Δημοφιλείς Αναρτήσεις - Beliebte Posts - Favorite Posts

Mittwoch, 9. Dezember 2015

«Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·»







Θεοτοκίον Δογματικόν.


Ἦχος β΄.



Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος·
χαῖρε τεῖχος καί σκέπη τῶν προστρεχόντων εἰς σέ·
χαῖρε ἀχείμαστε λιμήν καί Ἀπειρόγαμε·
ἡ τεκοῦσα ἐν σαρκί τόν Ποιητήν σου καί Θεόν, πρεσβεύουσσα μή ἐλλείπῃς, ὑπερ τῶν ἀνυμνούντων, καί προσκυνούντων τόν τόκον σου.





***


«Χαῖρε ἅγιον ὄρος, καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν».





Τέλος καί τῇ Τρισηλίῳ Θεότητι
κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Keine Kommentare:

Kommentar veröffentlichen